2 Samuel 12:26-28

Brenton_Greek(i) 26 Καὶ ἐπολέμησεν Ἰωὰβ ἐν Ῥαββὰθ υἱῶν Ἀμμὼν, καὶ κατέλαβε τὴν πόλιν τῆς βασιλείας. 27 Καὶ ἀπέστειλεν Ἰωὰβ ἀγγέλους πρὸς Δαυὶδ, καὶ εἶπεν, ἐπολέμησα ἐν Ῥαββὰθ, καὶ κατελαβόμην τὴν πόλιν τῶν ὑδάτων· 28 Καὶ νῦν συνάγαγε τὸ κατάλοιπον τοῦ λαοῦ, καὶ παρέμβαλε ἐπὶ τὴν πόλιν, καὶ προκαταλαβοῦ αὐτὴν, ἵνα μὴ προκαταλάβωμαι ἐγὼ τὴν πόλιν, καὶ κληθῇ τὸ ὄνομά μου ἐπʼ αὐτήν.