2 Samuel 11:13-15

Brenton_Greek(i) 13 Καὶ ἐκάλεσεν αὐτὸν Δαυὶδ, καὶ ἔφαγεν ἐνώπιον αὐτοῦ, καὶ ἔπιε, καὶ ἐμέθυσεν αὐτὸν, καὶ ἐξῆλθεν ἑσπέρας τοῦ κοιμηθῆναι ἐπὶ τῆς κοίτης αὐτοῦ μετὰ τῶν δούλων τοῦ κυρίου αὐτοῦ, καὶ εἰς τὸν οἶκον αὐτοῦ οὐ κατέβη.
14 Καὶ ἐγένετο πρωῒ, καὶ ἔγραψε Δαυὶδ βιβλίον πρὸς Ἰωὰβ, καὶ ἀπέστειλεν ἐν χειρὶ Οὐρίου. 15 Καὶ ἔγραψεν ἐν βιβλίῳ, λέγων, εἰσάγαγε τὸν Οὐρίαν ἐξ ἐναντίας τοῦ πολέμου τοῦ κραταιοῦ, καὶ ἀποστραφήσεσθε ἀπὸ ὄπισθεν αὐτοῦ, καὶ πληγήσεται καὶ ἀποθανεῖται.