Brenton_Greek(i)
33 Καὶ μετέστησεν αὐτὸν Φαραὼ Νεχαὼ ἐν Ῥαβλαὰμ ἐν γῇ Ἐμὰθ τοῦ μὴ βασιλεύειν ἐν Ἱερουσαλὴμ, καὶ ἔδωκε ζημίαν ἐπὶ τὴν γῆν ἑκατὸν τάλαντα ἀργυρίου καὶ ἑκατὸν τάλαντα χρυσίου. 34 Καὶ ἐβασίλευσε Φαραὼ Νεχαὼ ἐπʼ αὐτοὺς τὸν Ἐλιακὶμ υἱὸν Ἰωσίου βασιλέως Ἰούδα ἀντὶ Ἰωσίου τοῦ πατρὸς αὐτοῦ· καὶ ἐπέστρεψε τὸ ὄνομα αὐτοῦ Ἰωακίμ· καὶ τὸν Ἰωάχαζ ἔλαβε καὶ εἰσήνεγκεν εἰς Αἴγυπτον, καὶ ἀπέθανεν ἐκεῖ.