Brenton_Greek(i)
32 Καὶ ἦσαν φοβούμενοι τὸν Κύριον· καὶ κατῴκισαν τὰ βδελύγματα αὐτῶν ἐν τοῖς οἴκοις τῶν ὑψηλῶν ἃ ἐποίησαν ἐν Σαμαρείᾳ, ἔθνος ἔθνος ἐν πόλει ἐν ᾗ κατῴκουν ἐν αὐτῇ· καὶ ἦσαν φοβούμενοι τὸν Κύριον· καὶ ἐποίησαν ἑαυτοῖς ἱερεῖς τῶν ὑψηλῶν, καὶ ἐποίησαν ἑαυτοῖς ἐν οἴκῳ τῶν ὑψηλῶν. 33 Καὶ τὸν Κύριον ἐφοβοῦντο, καὶ τοῖς θεοῖς αὐτῶν ἐλάτρευον κατὰ τὸ κρίμα τῶν ἐθνῶν, ὅθεν ἀπῴκισαν αὐτοὺς ἐκεῖθεν.
34 Ἕως τῆς ἡμέρας ταύτης αὐτοὶ ἐποίουν κατὰ τὸ κρίμα αὐτῶν· αὐτοὶ φοβοῦνται, καὶ αὐτοὶ ποιοῦσι κατὰ τὰ δικαιώματα αὐτῶν, καὶ κατὰ τὴν κρίσιν αὐτῶν, καὶ κατὰ τὸν νόμον, καὶ κατὰ τὴν ἐντολὴν ἣν ἐνετείλατο Κύριος τοῖς υἱοῖς Ἰακὼβ, οὗ ἔθηκε τὸ ὄνομα αὐτοῦ Ἰσραήλ. 35 Καὶ διέθετο Κύριος μετʼ αὐτῶν διαθήκην, καὶ ἐνετείλατο αὐτοῖς, λέγων, οὐ φοβηθήσεσθε θεοὺς ἑτέρους, καὶ οὐ προσκυνήσετε αὐτοῖς, καὶ οὐ λατρεύσετε αὐτοῖς, καὶ οὐ θυσιάσετε αὐτοῖς·