Brenton_Greek(i)
7 Πᾶς ὁ λαὸς ὁ καταλειφθεὶς ἀπὸ τοῦ Χετταίου, καὶ τοῦ Ἀμοῤῥαίου, καὶ τοῦ Φερεζαίου, καὶ τοῦ Εὐαίου, καὶ τοῦ Ἰεβουσαίου, οἳ οὐκ εἰσὶν ἐκ τοῦ Ἰσραὴλ, 8 ἀλλʼ ἦσαν ἐκ τῶν υἱῶν αὐτῶν τῶν καταλειφθέντων μετʼ αὐτοὺς ἐν τῇ γῇ, οὓς οὐκ ἐξωλόθρευσαν οἱ υἱοὶ Ἰσραὴλ, καὶ ἀνήγαγεν αὐτοὺς Σαλωμὼν εἰς φόρον ἕως τῆς ἡμέρας ταύτης. 9 Καὶ ἐκ τῶν υἱῶν Ἰσραὴλ οὐκ ἔδωκε Σαλωμὼν εἰς παῖδας τῇ βασιλείᾳ αὐτοῦ· ὅτι αὐτοὶ ἄνδρες πολεμισταὶ καὶ ἄρχοντες, καὶ οἱ δυνατοὶ καὶ ἄρχοντες ἁρμάτων καὶ ἱππέων.