Brenton_Greek(i)
2 καὶ ἐγὼ ᾠκοδόμηκα οἶκον τῷ ὀνόματί σου ἅγιόν σοι καὶ ἕτοιμον τοῦ κατασκηνῶσαι εἰς τοὺς αἰῶνας.
3 Καὶ ἐπέστρεψεν ὁ βασιλεὺς τὸ πρόσωπον αὐτοῦ, καὶ εὐλόγησε τὴν πᾶσαν ἐκκλησίαν Ἰσραὴλ, καὶ πᾶσα ἡ ἐκκλησία Ἰσραὴλ παρειστήκει, 4 καὶ εἶπεν, εὐλογητὸς Κύριος ὁ Θεὸς Ἰσραὴλ, ὡς ἐλάλησεν ἐν στόματι αὐτοῦ πρὸς Δαυὶδ τὸν πατέρα μου, καὶ ἐν χερσὶν αὐτοῦ ἐπλήρωσε, λέγων, 5 ἀπὸ τῆς ἡμέρας, ἧς ἀνήγαγον τὸν λαόν μου ἐκ γῆς Αἰγύπτου, οὐκ ἐξελεξάμην ἐν πόλει ἀπὸ πασῶν φυλῶν Ἰσραὴλ, τοῦ οἰκοδομῆσαι οἶκον τοῦ εἶναι τό ὄνομά μου ἐκεῖ, καὶ οὐκ ἐξελεξάμην ἐν ἀνδρὶ τοῦ εἶναι εἰς ἡγούμενον ἐπὶ τὸν λαόν μου Ἰσραήλ· 6 Καὶ ἐξελεξάμην τὴν Ἱερουσαλὴμ γενέσθαι τὸ ὄνομά μου ἐκεῖ, καὶ ἐξελεξάμην ἐν Δαυὶδ τοῦ εἶναι ἐπὶ τὸν λαόν μου Ἰσραήλ. 7 Καὶ ἐγένετο ἐπὶ καρδίαν Δαυὶδ τοῦ πατρός μου, τοῦ οἰκοδομῆσαι οἶκον τῷ ὀνόματι Κυρίου Θεοῦ Ἰσραήλ. 8 Καὶ εἶπε Κύριος πρὸς Δαυὶδ πατέρα μου, διότι ἐγένετο ἐπὶ καρδίαν σου τοῦ οἰκοδομῆσαι οἶκον τῷ ὀνόματί μου, καλῶς ἐποίησας, ὅτι ἐγένετο ἐπὶ τὴν καρδίαν σου. 9 Πλὴν σὺ οὐκ οἰκοδομήσεις τὸν οἶκον, ὅτι ὁ υἱός σου ὃς ἐξελεύσεται ἐκ τῆς ὀσφύος σου, οὗτος οἰκοδομήσει τὸν οἶκον τῷ ὀνόματί μου. 10 Καὶ ἀνέστησε Κύριος τὸν λόγον τοῦτον, ὃν ἐλάλησε, καὶ ἐγενήθην ἀντὶ Δαυὶδ πατρός μου, καὶ ἐκάθισα ἐπὶ τὸν θρόνον Ἰσραὴλ, καθὼς ἐλάλησε Κύριος· καὶ ᾠκοδόμησα τὸν οἶκον τῷ ὀνόματι Κυρίου Θεοῦ Ἰσραὴλ, 11 καὶ ἔθηκα ἐκεῖ τὴν κιβωτὸν ἐν ᾗ ἐκεῖ διαθήκη Κυρίου, ἣν διέθετο τῷ Ἰσραήλ.