2 Chronicles 36:15-17

Brenton_Greek(i) 15 Καὶ ἐξαπέστειλε Κύριος ὁ Θεὸς τῶν πατέρων αὐτῶν ἐν χειρὶ τῶν προφητῶν αὐτοῦ, ὀρθρίζων καὶ ἀποστέλλων τοὺς ἀγγέλους αὐτοῦ, ὅτι ἦν φειδόμενος τοῦ λαοῦ αὐτοῦ, καὶ τοῦ ἁγιάσματος αὐτοῦ. 16 Καὶ ἦσαν μυκτηρίζοντες τοὺς ἀγγέλους αὐτοῦ, καὶ ἐξουθενοῦντες τοὺς λόγους αὐτοῦ, καὶ ἐμπαίζοντες ἐν τοῖς προφήταις αὐτοῦ, ἕως ἀνέβη ὁ θυμὸς Κυρίου ἐν τῷ λαῷ αὐτοῦ, ἕως οὐκ ἦν ἴαμα.
17 Καὶ ἤγαγεν ἐπʼ αὐτοὺς βασιλέα Χαλδαίων, καὶ ἀπέκτεινε τοὺς νεανίσκους αὐτῶν ἐν ῥομφαίᾳ ἐν οἴκῳ ἁγιάσματος αὐτοῦ· καὶ οὐκ ἐφείσατο τοῦ Σεδεκίου, καὶ τὰς παρθένους αὐτῶν οὐκ ἠλέησε, καὶ τοὺς πρεσβυτέρους αὐτῶν ἀπήγαγον· τὰ πάντα παρέδωκεν ἐν χερσίν αὐτῶν.