2 Chronicles 36:1-4

Brenton_Greek(i) 1 Καὶ ἔλαβεν ὁ λαὸς τῆς γῆς τὸν Ἰωάχαζ υἱὸν Ἰωσίου, καὶ ἔχρισαν αὐτὸν, καὶ κατέστησαν αὐτὸν ἀντὶ τοῦ πατρὸς αὐτοῦ εἰς βασιλέα ἐπὶ Ἰερουσαλήμ. 2 Υἱὸς εἴκοσι καὶ τριῶν ἐτῶν Ἰωάχαζ ἐν τῷ βασιλεύειν αὐτὸν, καὶ τρίμηνον ἐβασίλευσεν ἐν Ἱερουσαλὴμ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Ἀμιτὰλ, θυγάτηρ Ἱερεμίου ἐκ Λοβενά· καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου κατὰ πάντα ἃ ἐποίησαν οἱ πατέρες αὐτοῦ· καὶ ἔδησεν αὐτὸν Φαραὼ Νεχαὼ ἐν Δεβλαθὰ ἐν γῇ Αἰμὰθ, τοῦ μὴ βασιλεύειν αὐτὸν ἐν Ἱερουσαλήμ. 3 Καὶ μετήγαγεν αὐτὸν ὁ βασιλεὺς εἰς Αἴγυπτον, καὶ ἐπέβαλε φόρον ἐπὶ τὴν γῆν, ἑκατὸν τάλαντα ἀργυρίου καὶ τάλαντον χρυσίου. 4 Καὶ κατέστησε Φαραὼ Νεχαὼ τὸν Ἐλιακὶμ υἱὸν Ἰωσίου βασιλέα ἐπὶ Ἰούδα ἀντὶ Ἰωσίου τοῦ πατρὸς αὐτοῦ, καὶ μετέστρεψε τὸ ὄνομα αὐτοῦ Ἰωακίμ· καὶ τὸν Ἰωάχαζ ἀδελφὸν αὐτοῦ ἔλαβε Φαραὼ Νεχαώ, καὶ εἰσήγαγεν αὐτὸν εἰς Αἴγυπτον, καὶ ἀπέθανεν ἐκεῖ· καὶ τὸ ἀργύριον καὶ τὸ χρυσίον ἔδωκε τῷ Φαραῷ· τότε ἤρξατο ἡ γῆ φορολογεῖσθαι τοῦ δοῦναι τὸ ἀργύριον ἐπὶ στόμα Φαραώ· καὶ ἕκαστος κατὰ δύναμιν ἀπῄτει τὸ ἀργύριον καὶ τὸ χρυσίον παρὰ τοῦ λαοῦ τῆς γῆς, δοῦναι Φαραῷ Νεχαῷ.