Brenton_Greek(i)
27 Καὶ ἐγένετο τῷ Ἐζεκίᾳ πλοῦτος καὶ δόξα πολλὴ σφόδρα· καὶ θησαυροὺς ἐποίησεν αὐτῷ ἀργυρίου καὶ χρυσίου καὶ τοῦ λίθου τοῦ τιμίου, καὶ εἰς τὰ ἀρώματα, καὶ ὁπλοθήκας, καὶ εἰς σκεύη ἐπιθυμητὰ, 28 καὶ πόλεις εἰς τὰ γεννήματα τοῦ σίτου καὶ οἴνου καὶ ἐλαίου, καὶ κώμας καὶ φάτνας παντὸς κτήνους, καὶ μάνδρας εἰς τὰ ποίμνια, 29 καὶ πόλεις ἃς ᾠκοδόμησεν αὐτῷ, καὶ ἀποσκευὴν προβάτων καὶ βοῶν εἰς πλῆθος, ὅτι ἔδωκεν αὐτῷ Κύριος ἀποσκευὴν πολλὴν σφόδρα.