2 Chronicles 2:17-18

Brenton_Greek(i) 17 Καὶ συνήγαγε Σαλωμὼν πάντας τοὺς ἄνδρας τοὺς προσηλύτους τοὺς ἐν γῇ Ἰσραὴλ μετὰ τὸν ἀριθμὸν, ὃν ἠρίθμησεν αὐτοὺς Δαυὶδ ὁ πατὴρ αὐτοῦ, καὶ εὑρέθησαν ἑκατὸν πεντήκοντα χιλιάδες καὶ τρισχίλιοι ἑξακόσιοι. 18 Καὶ ἐποίησεν ἐξ αὐτῶν ἑβδομήκοντα χιλιάδας νωτοφόρων καὶ ὀγδοήκοντα χιλιάδας λατόμων καὶ τρισχιλίους ἑξακοσίους ἐργοδιώκτας ἐπὶ τὸν λαόν.