2 Chronicles 29:21

Brenton_Greek(i) 21 Καὶ ἀνήνεγκε μόσχους ἑπτά, κριοὺς ἑπτά, ἀμνοὺς ἑπτά, χιμάρους αἰγῶν ἑπτὰ περὶ ἁμαρτίας, περὶ τῆς βασιλείας, καὶ περὶ τῶν ἁγίων, καὶ περὶ Ἰσραὴλ· καὶ εἶπε τοῖς υἱοῖς Ἀαρὼν τοῖς ἱερεῦσιν ἀναβαίνειν ἐπὶ τὸ θυσιαστήριον Κυρίου.