2 Chronicles 26:6-9

Brenton_Greek(i) 6 Καὶ ἐξῆλθε καὶ ἐπολέμησε πρὸς τοὺς ἀλλοφύλους, καὶ κατέσπασε τὰ τείχη Γὲθ, καὶ τὰ τείχη Ἰαβνὴρ, καὶ τὰ τείχη Ἀζώτου, καὶ ᾠκοδόμησε πόλεις Ἀζώτου, καὶ ἐν τοῖς ἀλλοφύλοις. 7 Καὶ κατίσχυσεν αὐτὸν Κύριος ἐπὶ τοὺς ἀλλοφύλους καὶ ἐπὶ τοὺς Ἄραβας τοὺς κατοικοῦντας ἐπὶ τῆς πέτρας, καὶ ἐπὶ τοὺς Μιναίους. 8 Καὶ ἔδωκαν οἱ Μιναῖοι δῶρα τῷ Ὀζίᾳ, καὶ ἦν τὸ ὄνομα αὐτοῦ ἕως εἰσόδου Αἰγύπτου, ὅτι κατίσχυσεν ἕως ἄνω.
9 Καὶ ᾠκοδόμησεν Ὀζίας πύργους ἐν Ἱερουσαλὴμ, καὶ ἐπὶ τὴν πύλην τῆς γωνίας καὶ ἐπὶ τὴν πύλην τῆς φάραγγος, καὶ ἐπὶ τῶν γωνιῶν, καὶ κατίσχυσε.