Brenton_Greek(i)
17 Καὶ ἐβουλεύσατο Ἀμασίας ὁ βασιλεὺς Ἰούδα, καὶ ἀπέστειλε πρὸς Ἰωὰς υἱὸν Ἰωάχαζ υἱοῦ Ἰηοὺ βασιλέα Ἰσραὴλ, λέγων, δεῦρο, καὶ ὀφθῶμεν προσώποις. 18 Καὶ ἀπέστειλεν Ἰωὰς βασιλεὺς Ἰσραὴλ πρὸς Ἀμασίαν βασιλέα Ἰούδα, λέγων, ὁ ἀχοὺχ ὁ ἐν τῷ Λιβάνῳ ἀπέστειλε πρὸς τὴν κέδρον τὴν ἐν τῷ Λιβάνῳ, λέγων, δὸς τὴν θυγατέρα σου τῷ υἱῷ μου εἰς γυναῖκα, καὶ ἰδοὺ ἐλεύσεται τά θηρία τοῦ ἀγροῦ τὰ ἐν τῷ Λιβάνῳ· καὶ ἦλθον τὰ θηρία, καὶ κατεπάτησαν τὸν ἀκχούχ. 19 Εἶπας, ἰδοὺ ἐπάταξα τὴν Ἰδουμαίαν, καὶ ἐπαίρει σε ἡ καρδία σου ἡ βαρεῖα· νῦν κάθισον ἐν οἴκῳ σου, καὶ ἱνατί συμβάλλεις ἐν κακίᾳ, καὶ πεσῇ σὺ καὶ Ἰούδας μετὰ σοῦ;
20 καὶ οὐκ ἤκουσεν Ἀμασίας, ὅτι παρὰ Κυρίου ἐγένετο τοῦ παραδοῦναι αὐτὸν εἰς χεῖρας, ὅτι ἐξεζήτησε τοὺς θεοὺς τῶν Ἰδουμαίων. 21 Καὶ ἀνέβη Ἰωὰς βασιλεὺς Ἰσραὴλ, καὶ ὤφθησαν ἀλλήλοις αὐτὸς καὶ Ἀμασίας βασιλεὺς Ἰούδα ἐν Βαιθσαμύς, ἥ ἐστι τοῦ Ἰούδα. 22 Καὶ ἐτροπώθη Ἰούδας κατὰ πρόσωπον Ἰσραὴλ, καὶ ἔφυγεν ἕκαστος εἰς τὸ σκήνωμα αὐτοῦ. 23 Καὶ τὸν Ἀμασίαν βασιλέα Ἰούδα τὸν τοῦ Ἰωὰς υἱοῦ Ἰωάχαζ κατέλαβεν Ἰωὰς βασιλεὺς Ἰσραὴλ ἐν Βαιθσαμὺς, καὶ εἰσήγαγεν αὐτὸν εἰς Ἱερουσαλὴμ· καὶ κατέσπασεν ἀπὸ τοῦ τείχους Ἱερουσαλὴμ ἀπὸ πύλης Ἐφραὶμ ἕως πύλης γωνίας τετρακοσίους πήχεις.