Brenton_Greek(i)
19 Καὶ εἶπε Κύριος, τίς ἀπατήσει τὸν Ἀχαὰβ βασιλέα Ἰσραὴλ, καὶ ἀναβήσεται, καὶ πεσεῖται ἐν Ῥαμὼθ Γαλαάδ; καὶ οὗτος εἶπεν οὕτως, καὶ οὗτος εἶπεν οὕτως. 20 Καὶ ἐξῆλθε τὸ πνεῦμα καὶ ἔστη ἐνώπιον Κυρίου, καὶ εἶπεν, ἐγὼ ἀπατήσω αὐτόν· καὶ εἶπε Κύριος, ἐν τίνι; 21 Καὶ εἶπεν, ἐξελεύσομαι καὶ ἔσομαι πνεῦμα ψευδὲς ἐν στόματι πάντων τῶν προφητῶν αὐτοῦ· καὶ εἶπεν, ἀπατήσεις καὶ δυνήσῃ, ἔξελθε καὶ ποίησον οὕτω.