2 Chronicles 18:18-24

Brenton_Greek(i) 18 Καὶ εἶπεν, οὐχ οὕτως· ἀκούσατε λόγον Κυρίου· εἶδον τὸν Κύριον καθήμενον ἐπὶ θρόνου αὐτοῦ, καὶ πᾶσα δύναμις τοῦ οὐρανοῦ παρειστήκει ἐκ δεξιῶν αὐτοῦ καὶ ἐξ ἀριστερῶν αὐτοῦ. 19 Καὶ εἶπε Κύριος, τίς ἀπατήσει τὸν Ἀχαὰβ βασιλέα Ἰσραὴλ, καὶ ἀναβήσεται, καὶ πεσεῖται ἐν Ῥαμὼθ Γαλαάδ; καὶ οὗτος εἶπεν οὕτως, καὶ οὗτος εἶπεν οὕτως. 20 Καὶ ἐξῆλθε τὸ πνεῦμα καὶ ἔστη ἐνώπιον Κυρίου, καὶ εἶπεν, ἐγὼ ἀπατήσω αὐτόν· καὶ εἶπε Κύριος, ἐν τίνι; 21 Καὶ εἶπεν, ἐξελεύσομαι καὶ ἔσομαι πνεῦμα ψευδὲς ἐν στόματι πάντων τῶν προφητῶν αὐτοῦ· καὶ εἶπεν, ἀπατήσεις καὶ δυνήσῃ, ἔξελθε καὶ ποίησον οὕτω. 22 Καὶ νῦν ἰδοὺ ἔδωκε Κύριος πνεῦμα ψευδὲς ἐν στόματι τῶν προφητῶν σου τούτων, καὶ Κύριος ἐλάλησεν ἐπὶ σὲ κακά.
23 Καὶ ἤγγισε Σεδεκίας υἱὸς Χαναὰν, καὶ ἐπάταξε τὸν Μιχαίαν ἐπὶ τὴν σιαγόνα, καὶ εἶπεν αὐτῷ, ποίᾳ τῇ ὁδῷ παρῆλθε πνεῦμα Κυρίου παρʼ ἐμοῦ τοῦ λαλῆσαι πρὸς σέ; 24 Καὶ εἶπε Μιχαίας, ἰδοὺ ὄψῃ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἐν ᾗ εἰσελεύσῃ ταμιεῖον ἐκ ταμιείου τοῦ κατακρυβῆναι.