2 Chronicles 10:14-16

Brenton_Greek(i) 14 καὶ ἐλάλησε πρὸς αὐτοὺς κατὰ τὴν βουλὴν τῶν νεωτέρων, λέγων, ὁ πατήρ μου ἐβάρυνε τὸν ζυγὸν ὑμῶν, καὶ ἐγὼ προσθήσω ἐπʼ αὐτόν· ὁ πατήρ μου ἐπαίδευσεν ὑμᾶς ἐν μάστιξι, καὶ ἐγὼ παιδεύσω ὑμᾶς ἐν σκορπίοις.
15 Καὶ οὐκ ἤκουσεν ὁ βασιλεὺς τοῦ λαοῦ, ὅτι ἦν μεταστροφὴ παρὰ τοῦ Θεοῦ, λέγων, ἀνέστησε Κύριος τὸν λόγον αὐτοῦ, ὃν ἐλάλησεν ἐν χειρὶ Ἀχιὰ τοῦ Σηλωνίτου περὶ Ἱεροβοὰμ υἱοῦ Ναβὰτ καὶ παντὸς Ἰσραὴλ, 16 ὅτι οὐκ ἤκουσεν ὁ βασιλεὺς αὐτῶν· καὶ ἀπεκρίθη ὁ λαὸς πρὸς τὸν βασιλέα, λέγων, τίς ἡμῶν ἡ μερὶς ἐν Δαυὶδ καὶ κληρονομία ἐν υἱῷ Ἰεσσαί; εἰς τὰ σκηνώματά σου, Ἰσραήλ· νῦν βλέπε τὸν οἶκόν σου, Δαυίδ. Καὶ ἐπορεύθη πᾶς Ἰσραὴλ εἰς τὰ σκηνώματα αὐτοῦ.