Brenton_Greek(i)
15 Καὶ τὰ σπέρματα ὑμῶν καὶ τοὺς ἀμπελῶνας ὑμῶν ἀποδεκατώσει, καὶ δώσει τοῖς εὐνούχοις αὐτοῦ, καὶ τοῖς δούλοις αὐτοῦ. 16 Καὶ τοὺς δούλους ὑμῶν, καὶ τὰς δούλας ὑμῶν, καὶ τὰ βουκόλια ὑμῶν τὰ ἀγαθὰ, καὶ τοὺς ὄνους ὑμῶν λήψεται, καὶ ἀποδεκατώσει εἰς τὰ ἔργα αὐτοῦ· 17 Καὶ τὰ ποίμνια ὑμῶν ἀποδεκατώσει, καὶ ὑμεῖς ἔσεσθε αὐτῷ δοῦλοι.