1 Samuel 28:16-20

Brenton_Greek(i) 16 Καὶ εἶπε Σαμουὴλ, ἱνατί ἐπερωτᾷς με, καὶ Κύριος ἀφέστηκεν ἀπὸ σοῦ, καὶ γέγονε μετὰ τοῦ πλησίον σου; 17 Καὶ πεποίηκε Κύριός σοι, καθὼς ἐλάλησε Κύριος ἐν χειρί μου, καὶ διαῤῥήξει Κύριος τὴν βασιλείαν σου ἐκ χειρός σου, καὶ δώσει αὐτὴν τῷ πλησίον σου τῷ Δαυὶδ, 18 διότι οὐκ ἤκουσας φωνῆς Κυρίου, καὶ οὐκ ἐποίησας θυμὸν ὀργῆς αὐτοῦ ἐν Ἀμαλὴκ, διὰ τοῦτο τὸ ῥῆμα ἐποίησε Κύριός σοι ἐν τῇ ἡμέρᾳ ταύτῃ. 19 Καὶ παραδώσει Κύριος τὸν Ἰσραὴλ μετὰ σοῦ εἰς χεῖρας ἀλλοφύλων, καὶ αὔριον σὺ καὶ οἱ υἱοί σου μετὰ σοῦ πεσοῦνται, καὶ τὴν παρεμβολὴν Ἰσραὴλ δώσει Κύριος εἰς χεῖρας ἀλλοφύλων.
20 Καὶ ἔσπευσε Σαοὺλ καὶ ἔπεσεν ἑστηκὼς ἐπὶ τὴν γῆν, καὶ ἐφοβήθη σφόδρα ἀπὸ τῶν λόγων Σαμουὴλ, καὶ ἐν αὐτῷ οὐκ ἦν ἰσχὺς ἔτι, οὐ γὰρ ἔφαγεν ἄρτον ὅλην τὴν ἡμέραν καὶ ὅλην τὴν νύκτα ἐκείνην.