Brenton_Greek(i)
14 Καὶ ἀπεκρίθη τῷ βασιλεῖ, καὶ εἶπε, καὶ τίς ἐν πᾶσι τοῖς δούλοις σου ὡς Δαυὶδ πιστὸς, καὶ γαμβρὸς τοῦ βασιλέως, καὶ ἄρχων παντὸς παραγγέλματός σου, καὶ ἔνδοξος ἐν τῷ οἴκῳ σου; 15 Ἦ σήμερον ἦργμαι ἐρωτᾶν αὐτῷ διὰ τοῦ Θεοῦ; μηδαμῶς· μὴ δότω ὁ βασιλεὺς κατὰ τοῦ δούλου αὐτοῦ λόγον. καὶ ἐφʼ ὅλον τὸν οἶκον τοῦ πατρός μου, ὅτι οὐκ ᾔδει ὁ δοῦλός σου ἐν πᾶσι τούτοις ῥῆμα μικρὸν, ἢ μέγα.
16 Καὶ εἶπεν ὁ βασιλεὺς Σαοὺλ, θανάτῳ ἀποθανῇ Ἀβιμέλεχ σὺ, καὶ πᾶς ὁ οἶκος τοῦ πατρός σου. 17 Καὶ εἶπεν ὁ βασιλεὺς τοῖς παρατρέχουσι τοῖς ἐφεστηκόσι πρὸς αὐτὸν, προσαγάγετε καὶ θανατοῦτε τοὺς ἱερεῖς τοῦ Κυρίου, ὅτι ἡ χεὶρ αὐτῶν μετὰ Δαυὶδ, καὶ ὅτι ἔγνωσαν ὅτι φεύγει αὐτὸς, καὶ οὐκ ἀπεκάλυψαν τὸ ὠτίον μου· καὶ οὐκ ἐβουλήθησαν οἱ παῖδες τοῦ βασιλέως ἐπενεγκεῖν τὰς χεῖρας αὐτῶν ἀπαντῆσαι εἰς τοὺς ἱερεῖς Κυρίου. 18 Καὶ εἶπεν ὁ βασιλεὺς τῷ Δωὴκ, ἐπιστρέφου σὺ, καὶ ἀπάντα εἰς τοὺς ἱερεῖς· καὶ ἐπεστράφη Δωὴκ ὁ Σύρος, καὶ ἐθανάτωσε τοὺς ἱερεῖς τοῦ Κυρίου ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, τριακοσίους καὶ πέντε ἄνδρας, πάντας αἴροντας ἐφούδ.