1 Samuel 21:11-15

Brenton_Greek(i) 11 Καὶ εἶπον οἱ παῖδες Ἀγχοῦς πρὸς αὐτὸν, οὐχὶ οὗτος Δαυὶδ ὁ βασιλεὺς τῆς γῆς; οὐχὶ τούτῳ ἐξῆρχον αἱ χορεύουσαι, λέγουσαι, ἐπάταξε Σαοὺλ ἐν χιλιάσιν αὐτοῦ, καὶ Δαυὶδ ἐν μυριάσιν αὐτοῦ; 12 Καὶ ἔθετο Δαυὶδ τὰ ῥήματα ἐν τῇ καρδίᾳ αὐτοῦ, καὶ ἐφοβήθη σφόδρα ἀπὸ προσώπου Ἀγχοῦς βασιλέως Γέθ. 13 Καὶ ἠλλοίωσε τὸ πρόσωπον αὐτοῦ ἐνώπιον αὐτοῦ, καὶ προσεποιήσατο ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ἐτυμπάνιζεν ἐπὶ ταῖς θύραις τῆς πόλεως, καὶ παρεφέρετο ἐν ταῖς χερσὶν αὐτοῦ, καὶ ἔπιπτεν ἐπὶ τὰς θύρας τῆς πύλης, καὶ τὰ σίελα αὐτοῦ κατέῤῥει ἐπὶ τὸν πώγωνα αὐτοῦ. 14 Καὶ εἶπεν Ἀγχοῦς πρὸς τοὺς παῖδας αὐτοῦ, ἰδοὺ ἴδετε ἄνδρα ἐπίληπτον, ἱνατί εἰσηγάγετε αὐτὸν πρὸς μέ; 15 Μὴ ἐλαττοῦμαι ἐπιλήπτων ἐγὼ, ὅτι εἰσαγηόχατε αὐτὸν ἐπιληπτεύεσθαι πρὸς μέ; οὗτος οὐκ εἰσελεύσεται εἰς οἰκίαν.