1 Samuel 16:6-9

Brenton_Greek(i) 6 Καὶ ἐγενήθη ἐν τῷ εἰσιέναι αὐτοὺς, καὶ εἶδε τὸν Ἐλιὰβ, καὶ εἶπεν, ἀλλὰ καὶ ἐνώπιον Κυρίου χριστὸς αὐτοῦ. 7 Καὶ εἶπε Κύριος πρὸς Σαμουὴλ, μὴ ἐπιβλέψῃς ἐπὶ τὴν ὄψιν αὐτοῦ, μηδὲ εἰς τὴν ἕξιν μεγέθους αὐτοῦ, ὅτι ἐξουδένωκα αὐτόν· ὅτι οὐχ ὡς ἐμβλέψεται ἄνθρωπος, ὄψεται ὁ Θεός· ὅτι ἄνθρωπος ὄψεται εἰς πρόσωπον, ὁ δὲ Θεὸς ὄψεται εἰς καρδίαν. 8 Καὶ ἐκάλεσεν Ἰεσσαὶ τὸν Ἀμιναδὰβ, καὶ παρῆλθε κατὰ πρόσωπον Σαμουήλ, καὶ εἶπεν· οὐδὲ τοῦτον ἐξελέξατο ὁ Θεός. 9 Καὶ παρήγαγεν Ἰεσσαὶ τὸν Σαμά· καὶ εἶπε· καὶ ἐν τούτῳ οὐκ ἐξελέξατο Κύριος.