Brenton_Greek(i)
8 Καὶ συνέλαβε τὸν Ἀγὰγ βασιλέα Ἀμαλὴκ ζῶντα, καὶ πάντα τὸν λαὸν καὶ Ἱερὶμ ἀπέκτεινεν ἐν στόματι ῥομφαίας. 9 Καὶ περιεποιήσατο Σαοὺλ καὶ πᾶς ὁ λαὸς τὸν Ἀγὰγ ζῶντα, καὶ τὰ ἀγαθὰ τῶν ποιμνίων, καὶ τῶν βουκολίων, καὶ τῶν ἐδεσμάτων, καὶ τῶν ἀμπελώνων, καὶ πάντων τῶν ἀγαθῶν, καὶ οὐκ ἐβούλοντο ἐξολοθρεῦσαι αὐτά· καὶ πᾶν ἔργον ἠτιμωμένον καὶ ἐξουδενωμένον ἐξωλόθρευσαν.
10 Καὶ ἐγενήθη ῥῆμα Κυρίου πρὸς Σαμουὴλ, λέγων, 11 παρακέκλημαι ὅτι ἐβασίλευσα τὸν Σαοὺλ εἰς βασιλέα, ὅτι ἀπέστρεψεν ἀπὸ ὄπισθέ μου, καὶ τοὺς λόγους μου οὐκ ἐτήρησε· καὶ ἠθύμησε Σαμουὴλ καὶ ἐβόησε πρὸς Κύριον ὅλην τὴν νύκτα. 12 Καὶ ὤρθρισε Σαμουὴλ, καὶ ἐπορεύθη εἰς ἀπάντησιν Ἰσραὴλ τοπρωΐ· καὶ ἀπηγγέλη τῷ Σαοὺλ, λέγοντες, ἥκει Σαμουὴλ εἰς Κάρμηλον, καὶ ἀνέστακεν αὐτῷ χεῖρα· καὶ ἐπέστρεψε τὸ ἅρμα, καὶ κατέβη εἰς Γάλγαλα πρὸς Σαοὺλ, καὶ ἰδοὺ αὐτὸς ἀνέφερεν ὁλοκαύτωσιν τῷ Κυρίῳ, τὰ πρῶτα τῶν σκύλων ὧν ἤνεγκεν ἐξ Ἀμαλήκ.
13 Καὶ παρεγένετο Σαμουὴλ πρὸς Σαοὺλ· καὶ εἶπεν αὐτῷ Σαούλ, εὐλογητὸς σὺ τῷ Κυρίῳ· ἔστησα πάντα ὅσα ἐλάλησε Κύριος. 14 Καὶ εἶπε Σαμουὴλ, καὶ τίς ἡ φωνὴ τοῦ ποιμνίου τούτου ἐν τοῖς ὠσί μου, καὶ φωνὴ τῶν βοῶν, ὧν ἐγὼ ἀκούω; 15 Καὶ εἶπε Σαοὺλ, ἐξ Ἀμαλὴκ ἤνεγκα αὐτά, ἃ περιεποιήσατο ὁ λαὸς, τὰ κράτιστα τοῦ ποιμνίου, καὶ τῶν βοῶν, ὅπως τυθῇ Κυρίῳ τῷ Θεῷ σου, καὶ τὰ λοιπὰ ἐξωλόθρευσα. 16 Καὶ εἶπε Σαμουὴλ πρὸς Σαοὴλ, ἄνες, καὶ ἀπαγγελῶ σοι ἃ ἐλάλησε Κύριος πρὸς μὲ τὴν νύκτα· καὶ εἶπεν αὐτῷ, λάλησον.
17 Καὶ εἶπε Σαμουὴλ πρὸς Σαοὺλ, οὐχὶ μικρὸς εἶ σὺ ἐνώπιον αὐτοῦ, ἡγούμενος σκήπτρου φυλῆς Ἰσραήλ; καὶ ἔχρισέ σε Κύριος εἰς βασιλέα ἐπὶ Ἰσραήλ. 18 Καὶ ἀπέστειλέ σε Κύριος ἐν ὁδῷ, καὶ εἶπέ σοι, πορεύθητι, καὶ ἐξολόθρευσον· ἀνελεῖς τοὺς ἁμαρτάνοντας εἰς ἐμέ, τὸν Ἀμαλὴκ, καὶ πολεμήσεις αὐτοὺς ἕως συντελέσῃς αὐτούς. 19 Καὶ ἱνατί οὐκ ἤκουσας φωνῆς Κυρίου, ἀλλʼ ὥρμησας τοῦ θέσθαι ἐπὶ τὰ σκῦλα καὶ ἐποίησας τὸ πονηρὸν ἐνώπιον Κυρίου; 20 Καὶ εἶπε Σαοὺλ πρὸς Σαμουὴλ, διὰ τὸ ἀκοῦσαί με τῆς φωνῆς τοῦ λαοῦ, καὶ ἐπορεύθην τῇ ὁδῷ ᾗ ἀπέστειλέ με Κύριος, καὶ ἤγαγον τὸν Ἀγὰγ βασιλέα Ἀμαλὴκ, καὶ τὸν Ἀμαλὴκ ἐξωλόθρευσα.