1 Samuel 14:41-42

Brenton_Greek(i) 41 Καὶ εἶπε Σαοὺλ, Κύριε ὁ Θεὸς Ἰσραὴλ, τί ὅτι οὐκ ἀπεκρίθης τῷ δούλῳ σου σήμερον; εἰ ἐν ἐμοὶ ἢ ἐν Ἰωνάθαν τῷ υἱῷ μου ἡ ἀδικία; Κύριε ὁ Θεὸς Ἰσραὴλ, δὸς δήλους· καὶ ἐὰν τάδε εἴπῃ, δὸς δὴ τῷ λαῷ σου Ἰσραὴλ, δὸς δὴ ὁσιότητα· καὶ κληροῦται Ἰωνάθαν καὶ Σαοὺλ, καὶ ὁ λαὸς ἐξῆλθε.
42 Καὶ εἶπε Σαοὺλ, βάλετε ἀναμέσον ἐμοῦ καὶ ἀναμέσον Ἰωνάθαν τοῦ υἱοῦ μου· ὃν ἂν κατακληρώσηται Κύριος, ἀποθανέτω· καὶ εἶπεν ὁ λαὸς πρὸς Σαοὺλ, οὐκ ἔστι τὸ ῥῆμα τοῦτο· καὶ κατεκράτησε Σαοὺλ τοῦ λαοῦ, καὶ βάλλουσιν ἀναμέσον αὐτοῦ καὶ ἀναμέσον Ἰωνάθαν τοῦ υἱοῦ αὐτοῦ, καὶ κατακληροῦται Ἰωνάθαν.