1 Kings 9:5-7

Brenton_Greek(i) 5 καὶ ἀναστήσω τὸν θρόνον τῆς βασιλείας σου ἐν Ἰσραὴλ εἰς τὸν αἰῶνα, καθὼς ἐλάλησα Δαυὶδ πατρί σου, λέγων, οὐκ ἐξαρθήσεταί σοι ἀνὴρ ἡγούμενος ἐν Ἰσραήλ. 6 Ἐὰν δὲ ἀποστραφέντες ἀποστραφῆτε ὑμεῖς καὶ τὰ τέκνα ὑμῶν ἀπʼ ἐμοῦ, καὶ μὴ φυλάξητε τὰς ἐντολάς μου καὶ τὰ προστάγματά μου ἃ ἔδωκε Μωυσῆς ἐνώπιον ὑμῶν, καὶ πορευθῆτε καὶ δουλεύσητε θεοῖς ἑτέροις καὶ προσκυνήσητε αὐτοῖς, 7 καὶ ἐξαρῶ τὸν Ἰσραὴλ ἀπὸ τῆς γῆς ἣν ἔδωκα αὐτοῖς, καὶ τὸν οἶκον τοῦτον ὃν ἡγίασα τῷ ὀνόματί μου ἀποῤῥίψω ἐκ προσώπου μου· καὶ ἔσται Ἰσραὴλ εἰς ἀφανισμὸν καὶ εἰς λάλημα εἰς πάντας τοὺς λαούς.