1 Kings 6:1-2

Brenton_Greek(i) 1 Καὶ ἐγενήθη ἐν τῷ τεσσαρακοστῷ καὶ τετρακοσιοστῷ ἔτει τῆς ἐξόδου υἱῶν Ἰσραὴλ ἐξ Αἰγύπτου, τῷ ἔτει τῷ τετάρτῳ ἐν μηνὶ τῷ δευτέρῳ βασιλεύοντος τοῦ βασιλέως Σαλωμὼν ἐπὶ τὸν Ἰσραὴλ, καὶ ἐνετείλατο ὁ βασιλεὺς ἵνα αἴρωσι λίθους μεγάλους τιμίους εἰς τὸν θεμέλιον τοῦ οἴκου, καὶ λίθους ἀπελεκήτους. Καὶ ἐπελέκησαν οἱ υἱοὶ Σαλωμὼν, καὶ οἱ υἱοὶ Χιρὰμ, καὶ ἔβαλαν αὐτούς.
1b Ἐν τῷ ἔτει τῷ τετάρτῳ ἐθεμελίωσε τὸν οἶκον Κυρίου ἐν μηνὶ Ζιοῦ, καὶ τῷ δευτέρῳ μηνὶ. Ἐν ἑνδεκάτῳ ἐνιαυτῷ, ἐν μηνί Βαὰλ, οὗτος ὁ μὴν ὁ ὄγδοος, συνετελέσθη ὁ οἶκος εἰς πάντα λόγον αὐτοῦ, καὶ εἰς πᾶσαν διάταξιν αὐτοῦ. 2 Καὶ ὁ οἶκος ὃν ᾠκοδόμησεν ὁ βασιλεὺς τῷ Κυρίῳ, τεσσαράκοντα ἐν πήχει μῆκος αὐτοῦ, καὶ εἴκοσι ἐν πήχει πλάτος αὐτοῦ, καὶ πέντε καὶ εἴκοσι ἐν πήχει τὸ ὕψος αὐτοῦ·