Brenton_Greek(i)
20 Καὶ εἶπεν Ἀχαὰβ πρὸς Ἠλιοὺ, εἰ εὕρηκάς με, ὁ ἐχθρός μου; καὶ εἶπεν, εὕρηκα· διότι μάτην πέπρασαι ποιῆσαι τὸ πονηρὸν ἐνώπιον Κυρίου, παροργίσαι αὐτόν. 21 Ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ σὲ κακά· καὶ ἐκκαύσω ὀπίσω σου, καὶ ἐξολοθρεύσω τοῦ Ἀχαὰβ οὐροῦντα πρὸς τοῖχον, καὶ συνεχόμενον καὶ ἐγκαταλελειμμένον ἐν Ἰσραήλ. 22 Καὶ δώσω τὸν οἶκόν σου ὡς τὸν οἶκον Ἱεροβοὰμ υἱοῦ Ναβὰτ, καὶ ὡς τὸν οἶκον Βαασὰ υἱοῦ Ἀχιὰ, περὶ τῶν παροργισμάτων, ὧν παρώργισας καὶ ἐξήμαρτες τὸν Ἰσραήλ. 23 Καὶ τῇ Ἰεζάβελ ἐλάλησε Κύριος, λέγων, οἱ κύνες καταφάγονται αὐτὴν ἐν τῷ προτειχίσματι Ἰεζράελ.