Brenton_Greek(i)
5 Καὶ Ἀδωνίας υἱὸς Ἀγγὶθ ἐπῄρετο, λέγων, ἐγὼ βασιλεύσω· καὶ ἐποίησεν ἑαυτῷ ἅρματα καὶ ἱππεῖς, καὶ πεντήκοντα ἄνδρας παρατρέχειν ἔμπροσθεν αὐτοῦ. 6 Καὶ οὐκ ἀπεκώλυσεν αὐτὸν ὁ πατὴρ αὐτοῦ οὐδέποτε, λέγων, διατί σὺ ἐποίησας; καί γε αὐτὸς ὡραῖος τῇ ὄψει σφόδρα, καὶ αὐτὸν ἔτεκεν ὀπίσω Ἀβεσσαλώμ. 7 Καὶ ἐγένοντο οἱ λόγοι αὐτοῦ μετὰ Ἰωὰβ τοῦ υἱοῦ Σαρουίας, καὶ μετὰ Ἀβιάθαρ τοῦ ἱερέως, καὶ ἐβοήθουν ὀπίσω Ἀδωνίου.