1 Kings 19:5-6

Brenton_Greek(i) 5 Καὶ ἐκοιμήθη καὶ ὕπνωσεν ἐκεῖ ὑπὸ φυτόν· καὶ ἰδού τις ἥψατο αὐτοῦ, καὶ εἶπεν αὐτῷ, ἀνάστηθι καὶ φάγε. 6 Καὶ ἐπέβλεψεν Ἠλιού· καὶ ἰδοὺ πρὸς κεφαλῆς αὐτοῦ ἐγκρυφίας ὀλυρίτης καὶ καψάκης ὕδατος· καὶ ἀνέστη καὶ ἔφαγε καὶ ἔπιε. καὶ ἐπιστρέψας ἐκοιμήθη.