1 Chronicles 2:3-8

Brenton_Greek(i) 3 Υἱοὶ Ἰούδα· Ἤρ, Αὐνὰν, Σηλώμ· τρεῖς ἐγεννήθησαν αὐτῷ ἐκ τῆς θυγατρὸς Σαύας τῆς Χανανίτιδος· καὶ ἦν ῍Ηρ ὁ πρωτότοκος Ἰούδα πονηρὸς ἐναντίον Κυρίου, καὶ ἀπέκτεινεν αὐτόν· 4 Καὶ Θάμαρ ἡ νύμφη αὐτοῦ ἔτεκεν αὐτῷ τὸν Φαρὲς, καὶ τὸν Ζαρά· πάντες υἱοὶ Ἰούδα πέντε.
5 Υἱοὶ Φαρὲς, Ἐσρὼμ, καὶ Ἰεμουήλ. 6 Καὶ υἱοὶ Ζαρὰ, Ζαμβρὶ, καὶ Αἰθὰν, καὶ Αἰμουὰν, καὶ Καλχὰλ, καὶ Δαρὰδ, πάντες πέντε.
7 Καὶ υἱοὶ Χαρμὶ, Ἄχαρ ὁ ἐμποδοστάτης Ἰσραὴλ, ὃς ἠθέτησεν εἰς τὸ ἀνάθεμα. 8 Καὶ υἱοὶ Αἰθὰν, Ἀζαρίας.