1 Chronicles 29:23-25

Brenton_Greek(i) 23 Καὶ ἐκάθισε Σαλωμὼν ἐπὶ θρόνου Δαυὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ εὐδοκήθη, καὶ ὑπήκουσαν αὐτοῦ πᾶς Ἰσραήλ. 24 Οἱ ἄρχοντες, καὶ οἱ δυνάσται, καὶ πάντες υἱοὶ Δαυὶδ τοῦ βασιλέως τοῦ πατρὸς αὐτοῦ, ὑπετάγησαν αὐτῷ. 25 Καὶ ἐμεγάλυνε Κύριος τὸν Σαλωμὼν ἐπάνωθεν παντὸς Ἰσραὴλ, καὶ ἔδωκεν αὐτῷ δόξαν βασιλέως, ὃ οὐκ ἐγένετο ἐπὶ παντὸς βασιλέως ἔμπροσθεν αὐτοῦ.