1 Chronicles 29:18-30

Brenton_Greek(i) 18 Κύριε ὁ Θεὸς Ἁβραὰμ, καὶ Ἰσαὰκ, καὶ Ἰσραὴλ, τῶν πατέρων ἡμῶν, φύλαξον ταῦτα ἐν διανοίᾳ καρδίας λαοῦ σου εἰς τὸν αἰῶνα, καὶ κατεύθυνον τὰς καρδίας αὐτῶν πρὲς σὲ. 19 Καὶ Σαλωμὼν τῷ υἱῷ μου δὸς καρδίαν ἀγαθὴν ποιεῖν τὰς ἐντολάς σου, καὶ τὰ μαρτύριά σου, καὶ τὰ προστάγματά σου, καὶ τοῦ ἐπὶ τέλους ἀγαγεῖν τὴν κατασκευὴν τοῦ οἴκου σου.
20 Καὶ εἶπε Δαυὶδ πάσῃ τῇ ἐκκλησίᾳ, εὐλογήσατε Κύριον τὸν Θεὸν ἡμῶν· καὶ εὐλόγησε πᾶσα ἡ ἐκκλησία Κύριον τὸν Θεὸν τῶν πατέρων αὐτῶν· καὶ κάμψαντες τὰ γόνατα προσεκύνησαν τῷ Κυρίῳ, καὶ τῷ βασιλεῖ. 21 Καὶ ἔθυσε Δαυὶδ τῷ Κυρίῳ θυσίας, καὶ ἀνήνεγκεν ὁλοκαυτώματα τῷ Θεῷ τῇ ἐπαύριον τῆς πρώτης ἡμέρας μόσχους χιλίους, κριοὺς χιλίους, ἄρνας χιλίους, καὶ τὰς σπονδὰς αὐτῶν, καὶ θυσίας εἰς πλῆθος παντὶ τῷ Ἰσραήλ. 22 Καὶ ἔφαγον καὶ ἔπιον ἐναντίον τοῦ Κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ μετὰ χαρᾶς· καὶ ἐβασίλευσαν ἐκ δευτέρου τὸν Σαλωμὼν υἱὸν Δαυὶδ, καὶ ἔχρισαν αὐτὸν τῷ Κυρίῳ εἰς βασιλέα, καὶ Σαδὼκ εἰς ἱερωσύνην.
23 Καὶ ἐκάθισε Σαλωμὼν ἐπὶ θρόνου Δαυὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ εὐδοκήθη, καὶ ὑπήκουσαν αὐτοῦ πᾶς Ἰσραήλ. 24 Οἱ ἄρχοντες, καὶ οἱ δυνάσται, καὶ πάντες υἱοὶ Δαυὶδ τοῦ βασιλέως τοῦ πατρὸς αὐτοῦ, ὑπετάγησαν αὐτῷ. 25 Καὶ ἐμεγάλυνε Κύριος τὸν Σαλωμὼν ἐπάνωθεν παντὸς Ἰσραὴλ, καὶ ἔδωκεν αὐτῷ δόξαν βασιλέως, ὃ οὐκ ἐγένετο ἐπὶ παντὸς βασιλέως ἔμπροσθεν αὐτοῦ.
26 Καὶ Δαυὶδ υἱὸς Ἰεσσαὶ ἐβασίλευσεν ἐπὶ Ἰσραὴλ 27 ἔτη τεσσαράκοντα, ἐν Χεβρὼν ἔτη ἑπτὰ, καὶ ἐν Ἱερουσαλὴμ ἔτη τριακοντατρία. 28 Καὶ ἐτελεύτησεν ἐν γήρᾳ καλῷ, πλήρης ἡμερῶν, πλούτῳ καὶ δόξῃ, καὶ ἐβασίλευσε Σαλωμὼν υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ. 29 Οἱ δὲ λοιποὶ λόγοι τοῦ βασιλέως Δαυὶδ οἱ πρότεροι καὶ οἱ ὕστεροι, γεγραμμένοι εἰσὶν ἐν λόγοις Σαμουὴλ τοῦ βλέποντος, καὶ ἐπὶ λόγων Νάθαν τοῦ προφήτου, καὶ ἐπὶ λόγων Γὰδ τοῦ βλέποντος, 30 περὶ πάσης τῆς βασιλείας αὐτοῦ, καὶ τῆς δυναστείας αὐτοῦ, καὶ οἱ καιροὶ οἳ ἐγένοντο ἐπʼ αὐτῷ, καὶ ἐπὶ τὸν Ἰσραὴλ, καὶ ἐπὶ πάσας βασιλείας τῆς γῆς.