1 Chronicles 26:20-29

Brenton_Greek(i) 20 Καὶ οἱ Λευῖται ἀδελφοὶ αὐτῶν ἐπὶ τῶν θησαυρῶν οἴκου Κυρίου, καὶ ἐπὶ τῶν θησαυρῶν τῶν καθηγιασμένων. 21 Υἱοὶ Λαδὰν οὖτοι, υἱοὶ τῷ Γηρσωνί· τῷ Λαδὰν ἄρχοντες πατριῶν, τῷ Λαδὰν, τῷ Γηρσωνὶ Ἰεϊήλ. 22 Υἱοὶ Ἰεϊὴλ Ζεθὸμ καὶ Ἰωὴλ, οἱ ἀδελφοὶ ἐπὶ τῶν θησαυρῶν οἴκου Κυρίου. 23 Τῷ Ἀμβρὰμ καὶ Ἰσσαὰρ, Χεβρὼν, καὶ Ὀζιήλ. 24 Καὶ Σουβαὴλ ὁ τοῦ Γηρσὰμ τοῦ Μωυσῆ ἐπὶ τῶν θησαυρῶν. 25 Καὶ τῷ ἀδελφῷ αὐτοῦ Ἐλιέζερ Ῥαβίας υἱὸς, καὶ Ἰωσίας, καὶ Ἰωρὰμ, καὶ Ζεχρὶ, καὶ Σαλωμώθ. 26 Αὐτὸς Σαλωμὼθ καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἐπὶ πάντων τῶν θησαυρῶν τῶν ἁγίων, οὓς ἡγίασε Δαυὶδ ὁ βασιλεὺς καὶ οἱ ἄρχοντες τῶν πατριῶν, χιλίαρχοι καὶ ἑκατόνταρχοι καὶ ἀρχηγοὶ τῆς δυνάμεως, 27 ἃ ἔλαβεν ἐκ πόλεων καὶ ἐκ τῶν λαφύρων, καὶ ἡγίασεν ἀπʼ αὐτῶν τοῦ μὴ καθυστερῆσαι τὴν οἰκοδομὴν τοῦ οἴκου τοῦ Θεοῦ· 28 καὶ ἐπὶ πάντων τῶν ἁγίων τοῦ Θεοῦ Σαμουὴλ τοῦ προφήτου, καὶ Σαοὺλ τοῦ Κὶς, καὶ Ἀβεννὴρ τοῦ Νὴρ, καὶ Ἰωὰβ τοῦ Σαρουΐα, πᾶν ὃ ἡγίασαν διὰ χειρὸς Σαλωμὼθ καὶ τῶν ἀδελφῶν αὐτοῦ.
29 Τῷ Ἰσσααρὶ Χωνενία, καὶ υἱοὶ τῆς ἐργασίας τῆς ἔξω ἐπὶ τὸν Ἰσραὴλ τοῦ γραμματεύειν καὶ διακρίνειν.