1 Chronicles 25:1-2

Brenton_Greek(i) 1 Καὶ ἔστησε Δαυὶδ ὁ βασιλεὺς καὶ οἱ ἄρχοντες τῆς δυνάμεως εἰς τὰ ἔργα τοὺς υἱοὺς Ἀσὰφ, καὶ Αἰμὰν, καὶ Ἰδιθοὺν, τοὺς ἀποφθεγγομένους ἐν κινύραις, καὶ ἐν νάβλαις, καὶ ἐν κυμβάλοις· καὶ ἐγένετο ὁ ἀριθμὸς αὐτῶν κατὰ κεφαλὴν αὐτῶν ἐργαζομένων ἐν τοῖς ἔργοις αὐτῶν·
2 Υἱοὶ Ἀσάφ, Σακχοὺρ, Ἰωσὴφ, καὶ Ναθανίας, καὶ Ἐραήλ· υἱοὶ Ἀσὰφ ἐχόμενοι τοῦ βασιλέως.