1 Chronicles 23:14-17

Brenton_Greek(i) 14 Καὶ Μωυσῆς ἄνθρωπος τοῦ Θεοῦ, υἱοὶ αὐτοῦ ἐκλήθησαν εἰς φυλὴν τοῦ Λευί. 15 Υἱοὶ Μωυσῆ, Γηρσὰμ, καὶ Ἐλιέζερ. 16 Υἱοὶ Γηρσὰμ, Σουβαὴλ ὁ ἄρχων. 17 Καὶ ἦσαν υἱοὶ τῷ Ἐλιέζερ, Ῥαβιὰ ὁ ἄρχων· καὶ οὐκ ἦσαν τῷ Ἐλιέζερ υἱοὶ ἕτεροι· καὶ υἱοὶ Ῥαβιὰ ηὐξήθησαν εἰς ὕψος.