BGB(i)
25 ὡς καὶ ἐν τῷ Ὡσηὲ λέγει “Καλέσω τὸν οὐ λαόν μου λαόν μου καὶ τὴν οὐκ ἠγαπημένην ἠγαπημένην·” 26 Καὶ “Ἔσται ἐν τῷ τόπῳ οὗ ἐρρέθη αὐτοῖς ‘Οὐ λαός μου ὑμεῖς,’ ἐκεῖ κληθήσονται ‘Υἱοὶ Θεοῦ ζῶντος.’” 27 Ἠσαΐας δὲ κράζει ὑπὲρ τοῦ Ἰσραήλ “Ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ ὑπόλειμμα σωθήσεται· 28 λόγον γὰρ συντελῶν καὶ συντέμνων ποιήσει Κύριος ἐπὶ τῆς γῆς.” 29 Καὶ καθὼς προείρηκεν Ἠσαΐας “Εἰ μὴ Κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν.” 30 Τί οὖν ἐροῦμεν; ὅτι ἔθνη τὰ μὴ διώκοντα δικαιοσύνην κατέλαβεν δικαιοσύνην, δικαιοσύνην δὲ τὴν ἐκ πίστεως·