Romans 9:24-26

BGB(i) 24 οὓς καὶ ἐκάλεσεν ἡμᾶς οὐ μόνον ἐξ Ἰουδαίων ἀλλὰ καὶ ἐξ ἐθνῶν; 25 ὡς καὶ ἐν τῷ Ὡσηὲ λέγει “Καλέσω τὸν οὐ λαόν μου λαόν μου καὶ τὴν οὐκ ἠγαπημένην ἠγαπημένην·” 26 Καὶ “Ἔσται ἐν τῷ τόπῳ οὗ ἐρρέθη αὐτοῖς ‘Οὐ λαός μου ὑμεῖς,’ ἐκεῖ κληθήσονται ‘Υἱοὶ Θεοῦ ζῶντος.’”