BGB(i)
14 Τότε προσέρχονται αὐτῷ οἱ μαθηταὶ Ἰωάννου λέγοντες “Διὰ τί ἡμεῖς καὶ οἱ Φαρισαῖοι νηστεύομεν ‹πολλά›, οἱ δὲ μαθηταί σου οὐ νηστεύουσιν;” 15 Καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς “Μὴ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος πενθεῖν ἐφ’ ὅσον μετ’ αὐτῶν ἐστιν ὁ νυμφίος; ἐλεύσονται δὲ ἡμέραι ὅταν ἀπαρθῇ ἀπ’ αὐτῶν ὁ νυμφίος, καὶ τότε νηστεύσουσιν.