Matthew 4:2-4

BGB(i) 2 καὶ νηστεύσας ἡμέρας τεσσεράκοντα καὶ τεσσεράκοντα ⇔ νύκτας ὕστερον ἐπείνασεν. 3 Καὶ προσελθὼν ὁ πειράζων εἶπεν αὐτῷ “Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, εἰπὲ ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται.” 4 Ὁ δὲ ἀποκριθεὶς εἶπεν “Γέγραπται ‘Οὐκ ἐπ’ ἄρτῳ μόνῳ ζήσεται ὁ ἄνθρωπος, Ἀλλ’ ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ.’”