Matthew 19:16-19

BGB(i) 16 Καὶ ἰδοὺ εἷς προσελθὼν αὐτῷ εἶπεν “Διδάσκαλε, τί ἀγαθὸν ποιήσω ἵνα σχῶ ζωὴν αἰώνιον;” 17 Ὁ δὲ εἶπεν αὐτῷ “Τί με ἐρωτᾷς περὶ τοῦ ἀγαθοῦ; εἷς ἐστιν ὁ ἀγαθός· εἰ δὲ θέλεις εἰς τὴν ζωὴν εἰσελθεῖν, τήρησον* τὰς ἐντολάς.” 18 Λέγει αὐτῷ “Ποίας;” Ὁ δὲ Ἰησοῦς εἶπεν* “‘Τὸ Οὐ φονεύσεις, Οὐ μοιχεύσεις, Οὐ κλέψεις, Οὐ ψευδομαρτυρήσεις, 19 Τίμα τὸν πατέρα καὶ τὴν μητέρα, καὶ Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.’”