BGB(i)
10 καὶ ἰδοὺ ἄνθρωπος χεῖρα ἔχων ξηράν· καὶ ἐπηρώτησαν αὐτὸν λέγοντες “Εἰ ἔξεστιν τοῖς σάββασιν θεραπεῦσαι;” ἵνα κατηγορήσωσιν αὐτοῦ. 11 Ὁ δὲ εἶπεν αὐτοῖς “Τίς ἔσται ἐξ ὑμῶν ἄνθρωπος ὃς ἕξει πρόβατον ἕν, καὶ ἐὰν ἐμπέσῃ τοῦτο τοῖς σάββασιν εἰς βόθυνον, οὐχὶ κρατήσει αὐτὸ καὶ ἐγερεῖ; 12 πόσῳ οὖν διαφέρει ἄνθρωπος προβάτου. ὥστε ἔξεστιν τοῖς σάββασιν καλῶς ποιεῖν.” 13 Τότε λέγει τῷ ἀνθρώπῳ “Ἔκτεινόν σου τὴν χεῖρα.” καὶ ἐξέτεινεν, καὶ ἀπεκατεστάθη ὑγιὴς ὡς ἡ ἄλλη.