Mark 7:9-12

BGB(i) 9 Καὶ ἔλεγεν αὐτοῖς “Καλῶς ἀθετεῖτε τὴν ἐντολὴν τοῦ Θεοῦ, ἵνα τὴν παράδοσιν ὑμῶν τηρήσητε. 10 Μωϋσῆς γὰρ εἶπεν ‘Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου,’ καί ‘Ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω.’ 11 ὑμεῖς δὲ λέγετε Ἐὰν εἴπῃ ἄνθρωπος τῷ πατρὶ ἢ τῇ μητρί ‘Κορβᾶν,’ ὅ ἐστιν Δῶρον, ‘Ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς,’ 12 οὐκέτι ἀφίετε αὐτὸν οὐδὲν ποιῆσαι τῷ πατρὶ ἢ τῇ μητρί,