Mark 15:1-5

BGB(i) 1 Καὶ εὐθὺς πρωῒ συμβούλιον ποιήσαντες* οἱ ἀρχιερεῖς μετὰ τῶν πρεσβυτέρων καὶ γραμματέων καὶ ὅλον τὸ συνέδριον, δήσαντες τὸν Ἰησοῦν ἀπήνεγκαν καὶ παρέδωκαν Πιλάτῳ. 2 Καὶ ἐπηρώτησεν αὐτὸν ὁ Πιλᾶτος “Σὺ εἶ ὁ Βασιλεὺς τῶν Ἰουδαίων;” Ὁ δὲ ἀποκριθεὶς αὐτῷ λέγει “Σὺ λέγεις.” 3 Καὶ κατηγόρουν αὐτοῦ οἱ ἀρχιερεῖς πολλά. 4 Ὁ δὲ Πιλᾶτος πάλιν ἐπηρώτα αὐτὸν λέγων “Οὐκ ἀποκρίνῃ οὐδέν; ἴδε πόσα σου κατηγοροῦσιν.” 5 Ὁ δὲ Ἰησοῦς οὐκέτι οὐδὲν ἀπεκρίθη, ὥστε θαυμάζειν τὸν Πιλᾶτον.