Mark 14:44-45

BGB(i) 44 Δεδώκει δὲ ὁ παραδιδοὺς αὐτὸν σύσσημον αὐτοῖς λέγων “Ὃν ἂν φιλήσω αὐτός ἐστιν· κρατήσατε αὐτὸν καὶ ἀπάγετε ἀσφαλῶς.” 45 καὶ ἐλθὼν εὐθὺς προσελθὼν αὐτῷ λέγει “Ῥαββί,” καὶ κατεφίλησεν αὐτόν·