BGB(i)
28 στραφεὶς δὲ πρὸς αὐτὰς ‹ὁ› Ἰησοῦς εἶπεν “Θυγατέρες Ἰερουσαλήμ, μὴ κλαίετε ἐπ’ ἐμέ· πλὴν ἐφ’ ἑαυτὰς κλαίετε καὶ ἐπὶ τὰ τέκνα ὑμῶν, 29 ὅτι ἰδοὺ ἔρχονται ἡμέραι ἐν αἷς ἐροῦσιν ‘Μακάριαι αἱ στεῖραι, καὶ αἱ κοιλίαι αἳ οὐκ ἐγέννησαν, καὶ μαστοὶ οἳ οὐκ ἔθρεψαν.’ 30 τότε ‘Ἄρξονται λέγειν τοῖς ὄρεσιν “Πέσετε* ἐφ’ ἡμᾶς,” Καὶ τοῖς βουνοῖς “Καλύψατε ἡμᾶς·”’ 31 Ὅτι εἰ ἐν ‹τῷ› ὑγρῷ ξύλῳ ταῦτα ποιοῦσιν, ἐν τῷ ξηρῷ τί γένηται;”