BGB(i)
67 “Εἰ σὺ εἶ ὁ Χριστός, εἰπὸν ἡμῖν.” Εἶπεν δὲ αὐτοῖς “Ἐὰν ὑμῖν εἴπω, οὐ μὴ πιστεύσητε· 68 ἐὰν δὲ ἐρωτήσω, οὐ μὴ ἀποκριθῆτε. 69 ἀπὸ τοῦ νῦν δὲ ἔσται ὁ Υἱὸς τοῦ ἀνθρώπου καθήμενος ἐκ δεξιῶν τῆς δυνάμεως τοῦ Θεοῦ.” 70 Εἶπαν δὲ πάντες “Σὺ οὖν εἶ ὁ Υἱὸς τοῦ Θεοῦ;” Ὁ δὲ πρὸς αὐτοὺς ἔφη “Ὑμεῖς λέγετε ὅτι ἐγώ εἰμι.” 71 Οἱ δὲ εἶπαν “Τί ἔτι ἔχομεν μαρτυρίας χρείαν; αὐτοὶ γὰρ ἠκούσαμεν ἀπὸ τοῦ στόματος αὐτοῦ.”