Luke 22:60-62

BGB(i) 60 Εἶπεν δὲ ὁ Πέτρος “Ἄνθρωπε, οὐκ οἶδα ὃ λέγεις.” καὶ παραχρῆμα ἔτι λαλοῦντος αὐτοῦ ἐφώνησεν ἀλέκτωρ. 61 καὶ στραφεὶς ὁ Κύριος ἐνέβλεψεν τῷ Πέτρῳ, καὶ ὑπεμνήσθη ὁ Πέτρος τοῦ λόγου τοῦ Κυρίου, ὡς εἶπεν αὐτῷ ὅτι “Πρὶν ἀλέκτορα φωνῆσαι σήμερον ἀπαρνήσῃ με τρίς.” 62 καὶ ἐξελθὼν ἔξω ἔκλαυσεν πικρῶς.