Luke 13:25-26

BGB(i) 25 ἀφ’ οὗ ἂν ἐγερθῇ ὁ οἰκοδεσπότης καὶ ἀποκλείσῃ τὴν θύραν, καὶ ἄρξησθε ἔξω ἑστάναι καὶ κρούειν τὴν θύραν λέγοντες ‘Κύριε, ἄνοιξον ἡμῖν·’ Καὶ ἀποκριθεὶς ἐρεῖ ὑμῖν ‘Οὐκ οἶδα ὑμᾶς πόθεν ἐστέ.’ 26 Τότε ἄρξεσθε λέγειν ‘Ἐφάγομεν ἐνώπιόν σου καὶ ἐπίομεν, καὶ ἐν ταῖς πλατείαις ἡμῶν ἐδίδαξας·’