BGB(i)
17 καὶ διελογίζετο ἐν ἑαυτῷ λέγων ‘Τί ποιήσω, ὅτι οὐκ ἔχω ποῦ συνάξω τοὺς καρπούς μου;’ 18 καὶ εἶπεν ‘Τοῦτο ποιήσω· καθελῶ μου τὰς ἀποθήκας καὶ μείζονας οἰκοδομήσω, καὶ συνάξω ἐκεῖ πάντα τὸν σῖτον καὶ τὰ ἀγαθά μου, 19 καὶ ἐρῶ τῇ ψυχῇ μου “Ψυχή, ἔχεις πολλὰ ἀγαθὰ κείμενα εἰς ἔτη πολλά· ἀναπαύου, φάγε, πίε, εὐφραίνου.”’ 20 Εἶπεν δὲ αὐτῷ ὁ Θεός ‘Ἄφρων, ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ σοῦ· ἃ δὲ ἡτοίμασας, τίνι ἔσται;’ 21 Οὕτως ὁ θησαυρίζων ἑαυτῷ* καὶ μὴ εἰς Θεὸν πλουτῶν.”