John 4:48-50

BGB(i) 48 Εἶπεν οὖν ὁ Ἰησοῦς πρὸς αὐτόν “Ἐὰν μὴ σημεῖα καὶ τέρατα ἴδητε, οὐ μὴ πιστεύσητε.” 49 Λέγει πρὸς αὐτὸν ὁ βασιλικός “Κύριε, κατάβηθι πρὶν ἀποθανεῖν τὸ παιδίον μου.” 50 Λέγει αὐτῷ ὁ Ἰησοῦς “Πορεύου· ὁ υἱός σου ζῇ.” Ἐπίστευσεν ὁ ἄνθρωπος τῷ λόγῳ ὃν εἶπεν αὐτῷ ὁ Ἰησοῦς, καὶ ἐπορεύετο.