BGB(i)
7 εἰ ἐγνώκειτέ με, καὶ τὸν Πατέρα μου ‹ἂν ᾔδειτε›· ἀπ’ ἄρτι γινώσκετε αὐτὸν καὶ ἑωράκατε ‹αὐτόν›.” 8 Λέγει αὐτῷ Φίλιππος “Κύριε, δεῖξον ἡμῖν τὸν Πατέρα, καὶ ἀρκεῖ ἡμῖν.” 9 Λέγει αὐτῷ ὁ Ἰησοῦς “Τοσούτῳ* χρόνῳ* μεθ’ ὑμῶν εἰμι καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; ὁ ἑωρακὼς ἐμὲ ἑώρακεν τὸν Πατέρα· πῶς σὺ λέγεις ‘Δεῖξον ἡμῖν τὸν Πατέρα;’ 10 οὐ πιστεύεις ὅτι ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοί ἐστιν; τὰ ῥήματα ἃ ἐγὼ λέγω ὑμῖν ἀπ’ ἐμαυτοῦ οὐ λαλῶ· ὁ δὲ Πατὴρ ἐν ἐμοὶ μένων ποιεῖ τὰ ἔργα αὐτοῦ.